Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.67 Dem. 24.71 (English) >>Dem. 24.74

24.69πρὸς δὲ τούτοις μηδενὶ τῶν ἀδικούντων φαίνεσθαι μηδεμίαν διδόντα ῥᾳστώνην. εἰ γὰρ δημοτικόν τις ὑπείληφεν τὸ πράους εἶναι τοὺς νόμους, τίσιν τούτοις προσεξεταζέτω, κἄνπερ ὀρθῶς βούληται σκοπεῖν, εὑρήσει τοῖς κρίνεσθαι μέλλουσιν, οὐ τοῖς ἐξεληλεγμένοις· ἐν μὲν γὰρ τοῖς ἄδηλον εἴ τις ἔστʼ ἀδίκως διαβεβλημένος, τοῖς δʼ οὐδὲ λόγος λείπεται τὸ μὴ οὐ πονηροῖς εἶναι. 24.70τούτων τοίνυν ὧν διεξελήλυθʼ ἐγὼ νῦν οὐδʼ ὁτιοῦν οὗτος ἔχων νόμος φανήσεται, τἀναντία δʼ ἑξῆς πάντα. πολλαχόθεν μὲν οὖν ἄν τις ἔχοι τοῦτο διδάσκειν, μάλιστα δὲ τὸν νόμον αὐτὸν ὃν τέθηκε διεξιών. ἔστι γὰρ οὐ τὸ μὲν αὐτοῦ καλῶς κείμενον, τὸ δʼ ἡμαρτημένον, ἀλλʼ ὅλος ἐξ ἀρχῆς, ἀπὸ τῆς πρώτης συλλαβῆς μέχρι τῆς τελευταίας, ἐφʼ ὑμῖν κεῖται. 24.71λαβὲ δʼ αὐτοῖς τὴν γραφὴν αὐτήν, καὶ μέχρι τοῦ πρώτου μέρους ἀνάγνωθι τὸν νόμον· ῥᾷστα γὰρ οὕτως ἐγώ τε διδάξω καὶ ὑμεῖς μαθήσεσθʼ λέγω.Νόμος

ἐπὶ τῆς Πανδιονίδος πρώτης δωδεκάτῃ τῆς πρυτανείας τῶν προέδρων ἐπεψήφισεν Ἀριστοκλῆς Μυρρινούσιος, Τιμοκράτης εἶπεν· καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον κατὰ ψήφισμα δεσμοῦ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι.

24.72ἐπίσχες· αὐτίκα γὰρ καθʼ ἕκαστον ἀναγνώσει. τουτὶ πάντων, ἄνδρες δικασταί, τῶν γεγραμμένων ἐν τῷ νόμῳ σχεδόν ἐστι δεινότατον. οἶμαι γὰρ οὐδὲ ἕνʼ ἀνθρώπων ἄλλον τολμῆσαι, νόμον εἰσφέροντʼ ἐπὶ τῷ χρῆσθαι τοὺς πολίτας αὐτῷ, τὰς κατὰ τοὺς πρότερον κυρίους νόμους κρίσεις γεγενημένας ἐπιχειρῆσαι λύειν. τοῦτο τοίνυν οὑτοσὶ Τιμοκράτης ἀναιδῶς καὶ οὐδʼ ἀποκρυψάμενος πεποίηκεν, γράψας διαρρήδηνκαὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον κατὰ ψήφισμα δεσμοῦ τὸ λοιπὸν προστιμηθῇ.”



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.67 Dem. 24.71 (English) >>Dem. 24.74

Powered by PhiloLogic